θεολογία, κοινωνία και άνθρωπος στην εποχή μας! Εκκλησία, σύναξη εν Χριστώ και πίστη στο Χριστό! αγάπη, πόνος και σκέψη για σύγχρονα θέματα τα αφορόντα τον πολίτην! δεν παύει όμως να θέλει και να τοποθετείται μακρυά απο φατριασμούς και ομαδοποιήσεις! αναστάσιμοι αντίλαλοι σε ανθρώπινη κατάσταση, ο Χριστός δια του λόγου του αναμεσα μας, Φιλάνθρωπος Θεος και Άνθρωπος μαζι, ο Θεάνθρωπος Χριστός!
Κυριακή 15 Απριλίου 2012
Λόγος αναστάντος Θεου ημων
“Ἐρεύνα τὴν διάνοιαν τοῦ ῥήματος. Διὰ τί Λόγος; Ἵνα δειχθῇ͵ ὅτι ἐκ τοῦ νοῦ προῆλθε. Διὰ τί Λόγος; Ὅτι ἀπαθῶς ἐγεννήθη.Διὰ τί Λόγος; Ὅτι εἰκὼν τοῦ γεννήσαντος͵ ὅλον ἐν ἑαυτῷ δεικνὺς τὸν γεννήσαντα͵ οὐδὲν ἐκεῖθεν ἀπομερίσας καὶ τέλειος ὑπάρχων καθ΄ ἑαυτόν· ὡς καὶ ὁ ἡμέτερος λόγος ὅλην ἡμῶν ἀπεικονίζει τὴν ἔννοιαν. Ἃ γὰρ κατὰ καρδίαν ἐνενοήσαμεν͵ ταῦτα τῷ ῥήματι προηνέγκαμεν καὶ ἔστι τοῦ ἐν τῇ καρδίᾳ νοήματος ἀπεικόνισμα τὸ λαλούμενον. Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας ὁ λόγος προφέρεται. Καὶ ἔστιν ἡ μὲν καρδία ἡμῶν οἷον πηγή τις͵ ὁ δὲ προφερόμενος λόγος οἷον ὁλκός τις ἐκ τῆς πηγῆς ταύτης ῥέων. Τοσοῦτον οὖν τὸ ἀποῤῥέον͵ ὅσον τὸ πρώτως ἀναφερόμενον· καὶ οἷον τὸ κεκρυμμένον͵ τοσοῦτον καὶ τὸ φαινόμενον. Λόγον οὖν εἶπεν͵ ἵνα τὴν ἀπαθῆ σοι γέννησιν τοῦ Πατρὸς παραστήσῃ καὶ τὴν τελείαν ὕπαρξίν σοι τοῦ Υἱοῦ θεολογήσῃ καὶ τὴν ἄχρονον συνάφειαν τοῦ Υἱοῦ πρὸς Πατέρα διὰ τούτων ἐνδείξηται. Καὶ γὰρ ὁ ἡμέτερος λόγος τοῦ νοῦ γέννημα͵ ἀπαθῶς γεννώμενος· οὔτε γὰρ τέμνεται͵ οὔτε μερίζεται͵ οὔτε ῥέει· ἀλλὰ μένων ὅλος ὁ νοῦς ἐν τῇ ἰδίᾳ συστάσει ὅλον τὸν λόγον καὶ ἀπηρτισμένον ὑφίστησι· καὶ προελθὼν ὁ λόγος πᾶσαν τοῦ γεννήσαντος νοῦ τὴν δύναμιν ἐν ἑαυτῷ περιέχει. Ὅσον οὖν εὐσεβὲς͵ τοσοῦτον λαβὼν πρὸς τὴν τοῦ Μονογενοῦς θεολογίαν ἐκ τῆς τοῦ λόγου φωνῆς· ὅπερ ἂν εὕρῃς ἀπεμφαῖνον καὶ ἀνάρμοστον φαινόμενον͵ τοῦτο παραίτησαι καὶ ὑπέρβηθι μηχανῇ πάσῃ. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Εἰ δὲ εἶπεν· Ἐν ἀρχῇ ἦν ὁ Υἱὸς τῇ προσηγορίᾳ τοῦ Υἱοῦ συνεισῆλθεν ἄν σοι ἡ περὶ τοῦ πάθους ἔννοια. Ἐπειδὴ γὰρ παρ΄ ἡμῖν τὰ γεννῶντα χρόνῳ γεννᾷ καὶ ἐμπαθῶς γεννᾷ͵ διὰ τοῦτο προλαβὼν͵ Λόγον εἶπε͵ προδιορθούμενος τὰς ἀπρεπεῖς ὑπολήψεις͵ ἵνα σου τὴν ψυχὴν ἄτρωτον διασώσηται.” Μ. Βασίλειος, Εἰς τὸ Ἐν ἀρχῇ ἦν ὁ Λόγος, PG 31.477-480.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
-
ΧΡΙΣΤΟΣ εκ νεκρών εγήγερται! Ο νεκρός του Ιησού, ηγέρθη όντως και φανερώθηκε σε όποιον είχε την αγαθή προα...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου