Παρασκευή, 23 Μαΐου 2008

ΑΝΑΣΤΑΣΙΜΟ ΜΗΝΥΜΑ ΤΟΥ ΘΥΤΟΥ ΤΟΥ ΠΑΝΑΓΙΟΥ ΤΑΦΟΥ

ΘΕΟΦΙΛΟΣ ὁ Γ'

Ἐλέῳ Θεοῦ Πατριάρχης τῆς Ἁγίας Πόλεως Ἱερουσαλήμ
καί πάσης Παλαιστίνης
παντί τῷ πληρώματι τῆς Ἐκκλησίας, χάριν καί ἔλεος καί εἰρήνην
ἀπό τοῦ Παναγίου καί Ζωoδόχου Τάφου
τοῦ Ἀναστάντος Χριστοῦ.

«Χριστός ἐκ νεκρῶν ἐγήγερται,
ἡ ἀπαρχή τῶν κεκοιμημένων,
ὁ πρωτότοκος τῆς κτίσεως
καί δημιουργός πάντων τῶν γεγονότων.»

Ἐν εὐλαβείᾳ πολλῇ ἱστάμενοι καί κατανύξει βαθείᾳ προσευχόμενοι, ἐν τῇ λαμπροφόρῳ ταύτῃ νυκτί, ἐν τῷ ἁγίῳ τόπῳ τούτῳ, ἐν τῷ μέσῳ τῆς γῆς, ἐν ᾧ ὁ Θεός σωτηρίαν εἰργάσατο, οὐχί μόνον ἀναμιμνῃσκόμεθα, ἀλλά καί μετέχομεν μυστηρίου καινοῦ καί ἀνηκούστου, τό ὁποῖον ὁ Θεός Πατήρ εἰς ἡμᾶς τούς ἀνθρώπους ἀπεκάλυψε, τοῦ μυστηρίου δηλονότι τῆς τριημέρου ἐκ νεκρῶν ἀναστάσεως τοῦ Υἱοῦ Αὐτοῦ τοῦ Μονογενοῦς, τοῦ ἐκ Πνεύματος Ἁγίου καί Μαρίας τῆς ἀειπαρθένου σαρκωθέντος, ἐπί Καίσαρος Αὐγούστου κατά σάρκα γεννηθέντος, τοῖς ἀνθρώποις συναναστραφέντος καί ἐπί Ποντίου Πιλάτου σταυρωθέντος.

Τοῦ μυστηρίου τούτου «γυναῖκες μυροφόροι μύρα φέρουσαι, ἵνα τό σῶμα τοῦ Ἰησοῦ ἀλείψωσι» καί «λίαν πρωΐ τῇ μιᾷ τῶν σαββάτων τῷ τάφῳ προσελθοῦσαι» (Μάρκ. 16,1-3), ὑπό τοῦ ἀγγέλου, τοῦ παρά τόν λίθον καθημένου, γνῶσιν ἔλαβον. Ἀπόστολοι ἀναστάντες, ἐπί τό μνημεῖον ἔδραμον καί εἰσελθόντες, εἶδον «τά ὀθόνια κείμενα μόνα» (Ἰω. 20,25), «καθώς καί αἱ γυναῖκες εἶπον, Αὐτόν δέ οὐκ εἶδον» (Λουκ. 24,25). Μετ' ὀλίγον ὅμως, Οὗτος Μαρίᾳ τῇ Μαγδαληνῇ, κλαιούσῃ παρά τόν Τάφον, ἐφανερώθη (Ἰω. 20,15), ταῖς ἐμφόβοις γυναιξί ὑπήντησεν, «χαίρετε» λέγων (Ματθ. 28,9), «δυσί μαθηταῖς πορευομένοις εἰς ἀγρόν εἰς ἑτέραν μορφήν ἐφανερώθη (Μάρκ. 16,12), καί ἐν τῷ εὐλογεῖν τόν ἄρτον ἐγνώσθη αὐτοῖς (Λουκ. 24,30-31), καί τούς μαθητάς συνηθροισμένους προέτρεψεν, ἵνα ψηλαφήσωσιν Αὐτόν» (Λουκ. 24,40) καί παρ' αὐτῶν, ἀνενδεής ὤν, ἐζήτησε «βρώσιμόν τι» «καί λαβών ἰχθύος ὀπτοῦ μέρος, ἐνώπιον αὐτῶν ἔφαγεν» (Λουκ. 24,44), ἵνα τό ἀληθές τοῦ προσώπου, τοῦ σταυροῦ καί τῆς ἀναστάσεως Αὐτοῦ βεβαιώσῃ.

Τό μυστήριον τοῦτο, τό ὄντως ἀληθές, ἀρχικῶς «ὡσεί λῆρος» καί αὐτοῖς τοῖς μαθηταῖς ἐφάνη (Λουκ. 24,11), διό καί «νωθεῖς καί βραδεῖς τῇ καρδίᾳ ἀποκαλοῦνται» (Λουκ. 24,26), μετά ταῦτα ὅμως τῇ πληθύϊ τῶν σημείων καί τῶν ἐμφανίσεων τοῦ Ἀναστάντος καί τῷ φωτισμῷ τοῦ ἐπιφοιτήσαντος Ἁγίου Πνεύματος ἀκραδάντως ἐπείσθησαν καί τῇ οἰκουμένῃ πάσῃ διαπρυσίως ἐκήρυξαν.

Διά τοῦ μυστηρίου τούτου τῆς ἀναστάσεως ὁ φιλάνθρωπος Θεός ἡμῶν καί Πατήρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τό ἔργον τῆς σωτηρίας ἡμῶν εἰς πέρας φέρει. Ὁ Υἱός Αὐτοῦ διά τοῦ σταυροῦ εἰς τόν ᾋδην κατερχόμενος, νικᾷ τάς ἐναντίας δυνάμεις, συντρίβει τά δεσμά τοῦ ᾋδου, συλᾷ ἐξ αὐτοῦ τόν ἄνθρωπον, ὡς νέος δεύτερος Ἀδάμ προσλαμβάνει ἀπό τῆς χειρός, ὡς ἐν τῇ ὀρθοδόξῳ εἰκόνι τῆς Ἀναστάσεως ἀπεικονίζεται, τόν παλαιόν, τόν πρῶτον Ἀδάμ, τόν πεσόντα, ἀνασύρει τοῦτον ἐκ τοῦ βυθοῦ τοῦ ᾋδου καί εἰς τά ὕψη τοῦ οὐρανοῦ ἀναβιβάζει. Τοῦτο δέ, διότι ἀναλαμβανόμενος εἰς τόν οὐρανόν καί ἐκ δεξιῶν τοῦ Πατρός καθήμενος, τήν προσληφθεῖσαν κατά τήν σάρκωσιν ἀνθρωπίνην φύσιν Αὐτοῦ καί διά τοῦ σταυροῦ καί τῆς ἀναστάσεως δοξασθεῖσαν, μεθ' Ἑαυτοῦ εἰς τό διηνεκές φέρει. Διά τῆς δυνάμεως τοῦ σταυροῦ καί τῆς ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ ἄνθρωπος, πιστεύων καί μετέχων εἰς τό λυτρωτικόν ἔργον Αὐτοῦ, καθίσταται φοβερός τῷ διαβόλῳ καί τῷ θανάτῳ, ἀψηφᾷ καί νικᾶ τόν θάνατον, ζῇ ἐν τῷ κόσμῳ ζωήν οὐχί ἁπλῶς ἠθικῶς βελτιωμένην ἀλλά ἐξ ὁλοκλήρου ἀναγεγεννημένην, μεταμορφωμένην καί ἀνακαινισμένην, ἐν ᾗ ἡ ἀγάπη, ἡ ἀλήθεια, ἡ δικαιοσύνη καί ἡ εἰρήνη, πολιτεύονται, «ὅσα ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἅγια, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴτις ἀρετή καί εἴτις ἔπαινος (Φιλιππ. 4, 8-9). Ἐν Χριστῷ ἀναστάντι ὁ ἄνθρωπος ἐν ζωῇ προγεύεται ζωῆς αἰωνίου ἐν τῷ σώματι Αὐτοῦ τῇ Ἐκκλησίᾳ καί μετά θάνατον ἀπολαμβάνει ἐν πληρότητι μετά ὁσίων, μαρτύρων καί δικαίων, τοῦ ἱλαροῦ καί ἀπλέτου φωτός τῆς τρισυποστάτου Ἁγίας Τριάδος.

Εἰς μίαν τοιαύτην βιοτήν καί πολιτείαν εἴμεθα κεκλημένοι ὑπό τοῦ Θεοῦ Πατρός, δι' Υἱοῦ ἐν Πνεύματι Ἁγίῳ. Πολιτείαν θεανθρωπίνην ἐπί γῆς ἐνεργουμένην. Τήν ἀλήθειαν ταύτην φυλάττει καί παραδίδει εἰς τά μέλη αὐτῆς ἡ Ἑκκλησία, τό σῶμα Χριστοῦ, ὁπουδήποτε γῆς, ἰδίᾳ δέ ἡ οὖσα ἐν τοῖς ἁγίοις τόποις, ἐν οἷς ἔζησε καί περιεπάτησεν, ὁ ἱδρυτής Αὐτῆς, Σιών ἡ Ἁγία, ἡ Μήτηρ τῶν Ἐκκλησιῶν, ἡ ἐμπεπιστευμένη ὑπ' Αὐτοῦ τοῦ Κυρίου καί τῶν Ἁγίων καί Οἰκουμενικῶν Συνόδων, τήν διαφύλαξιν αὐτῶν καί τήν μαρτυρίαν τῶν σωτηριωδῶν γεγονότων, τά ὁποῖα ἀπεκαλύφθησαν ἐπ' αὐτῶν.

Ἐν χαρᾶ ὅθεν, ἀνεκλαλήτῳ καί εὐχαριστίᾳ βαθείᾳ ἀναφωνοῦμεν, «Χριστός ἀνέστη, ἀνέστη Χριστός καί πεπτώκασι δαίμονες, ἀνέστη Χριστός καί χαίρουσιν ἄγγελοι, ἀνέστη Χριστός καί ζωή πολιτεύεται, Χριστός ἐγερθείς ἐκ νεκρῶν, οὐδείς ἐπί μνήματος». Αὐτῷ ἡ δόξα καί τό κράτος εἰς τούς αἰῶνας. Ἀμήν.

Ἐν τῇ Ἁγίᾳ Πόλει Ἱερουσαλήμ, Πάσχα ‚ϐηʹ.

Μετά Πατρικῶν εὐχῶν καί Πατριαρχικῶν Εὐλογιῶν,
Διάπυρος πρός Κύριον εὐχέτης,
ΘΕΟΦΙΛΟΣ Γ'
Πατριάρχης Ἱεροσολύμων


Λόγω δικών μου προβλημάτων υγείας και μέχρι να γίνω καλά και να επανέλθω με κάποια δημοσίευση...σας δίνω να δείτε και να ανανεώσεται τον αναστάσιμο αγωνιστικό χαιρετισμό του Πατριάρχου της Αγίας Πόλεως, Ιερουσαλήμ κυρίου ΘΕΟΦΙΛΟΥ! Χριστός ανέστη! και εις το επανεπικοινωνείν!
Modern Father

Δεν υπάρχουν σχόλια:

Νάξιοι Μελιστές: Κυριακάτικοι Στοχασμοί! Κυριακή Δ΄ Λουκά! (Του σπο...

Νάξιοι Μελιστές: Κυριακάτικοι Στοχασμοί! Κυριακή Δ΄ Λουκά! (Του σπο... : “ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. ”  (Λουκ. η, 5...